Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.210 Joseph. AJ 2.215 (English) >>Joseph. AJ 2.219

2.213καὶ Ἅβραμον μὲν μόνον ἐκ τῆς Μεσοποταμίας εἰς τὴν Χαναναίαν παραγενόμενον εὐδαιμονῆσαι τά τε ἄλλα καὶ τῆς γυναικὸς αὐτῷ πρὸς γονὴν ἀκάρπως ἐχούσης πρότερον ἔπειτα κατὰ τὴν αὐτοῦ βούλησιν ἀγαθῆς πρὸς τοῦτο γενομένης τεκνῶσαι παῖδας καὶ καταλιπεῖν μὲν Ἰσμαήλῳ καὶ τοῖς ἐξ αὐτοῦ τὴν Ἀράβων χώραν, τοῖς δʼ ἐκ Κατούρας τὴν Τρωγλοδῦτιν, Ἰσάκῳ δὲ τὴν Χαναναίαν. 2.214ὅσα τε πολεμῶν κατὰ τὴν ἐμήν, φησί, συμμαχίαν ἠνδραγάθησε κἂν ἀσεβεῖς εἶναι δόξητε καὶ μὴ διὰ μνήμης ἔχοντες. Ἰάκωβον δὲ καὶ τοῖς οὐχ ὁμοφύλοις γνώριμον εἶναι συμβέβηκεν ἐπί τε μεγέθει τῆς εὐδαιμονίας μεθʼ ἧς ἐβίωσε καὶ παισὶ τοῖς αὐτοῦ κατέλιπεν, οὗ μετὰ ἑβδομήκοντα τῶν πάντων εἰς Αἴγυπτον ἀφικομένου ὑπὲρ ἑξήκοντά που μυριάδας ἤδη γεγόνατε. 2.215νῦν δʼ ἐμὲ τοῦ κοινῇ συμφέροντος ὑμῶν ἴστε προνοούμενον καὶ τῆς σῆς εὐκλείας· παῖς γὰρ οὗτος, οὗ τὴν γένεσιν Αἰγύπτιοι δεδιότες κατέκριναν ἀπολλύναι τὰ ἐξ Ἰσραηλιτῶν τικτόμενα, σὸς ἔσται καὶ λήσεται μὲν τοὺς ἐπʼ ὀλέθρῳ παραφυλάσσοντας, 2.216τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἑβραίων γένος τῆς παρʼ Αἰγυπτίοις ἀνάγκης ἀπολύσει, μνήμης δὲ ἐφʼ ὅσον μενεῖ χρόνον τὰ σύμπαντα τεύξεται παρʼ ἀνθρώποις οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δʼ αὐτῷ καὶ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐγγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.210 Joseph. AJ 2.215 (English) >>Joseph. AJ 2.219

Powered by PhiloLogic